Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.51 Joseph. AJ 6.55 (English) >>Joseph. AJ 6.59

6.53

Ἅμα δὲ ἡμέρᾳ Σαμουῆλος ἀναστήσας αὐτὸν ἐκ τῆς κοίτης προύπεμπε καὶ γενόμενος ἔξω τῆς πόλεως ἐκέλευσε τὸν μὲν θεράποντα ποιῆσαι προελθεῖν, ὑπολείπεσθαι δὲ αὐτὸν· ἔχειν γὰρ αὐτῷ τι φράσαι μηδενὸς ἄλλου παρόντος. 6.54καὶ μὲν Σαοῦλος ἀποπέμπεται τὸν ἀκόλουθον, λαβὼν δʼ προφήτης τὸ ἅγιον ἔλαιον καταχεῖ τῆς τοῦ νεανίσκου κεφαλῆς καὶ κατασπασάμενοςἴσθι, φησὶ, βασιλεὺς ὑπὸ τοῦ θεοῦ κεχειροτονημένος ἐπί τε Παλαιστίνους καὶ τὴν ὑπὲρ Ἑβραίων ἄμυναν. τούτων δὲ ἔσται σοι σημεῖον σε βούλομαι προγινώσκειν· 6.55ὅταν ἀπέλθῃς ἐντεῦθεν καταλήψῃ τρεῖς ἀνθρώπους ἐν τῇ ὁδῷ προσκυνῆσαι τῷ θεῷ πορευομένους εἰς Βέθηλα, ὧν τὸν μὲν πρῶτον τρεῖς ἄρτους ὄψει κομίζοντα, τὸν δὲ δεύτερον ἔριφον, τρίτος δὲ ἀσκὸν οἴνου φέρων ἀκολουθήσει. ἀσπάσονται δέ σε οὗτοι καὶ φιλοφρονήσονται καὶ δώσουσί σοι ἄρτους δύο, σὺ δὲ λήψῃ. 6.56κἀκεῖθεν ἥξεις εἰς τὸ Ῥαχήλας καλούμενον μνημεῖον, ὅπου συμβαλεῖς τῷ σεσῶσθαί σου τὰς ὄνους εὐαγγελιουμένῳ· ἔπειτʼ ἐκεῖθεν ἐλθὼν εἰς Γεβαθὰ προφήταις ἐκκλησιάζουσιν ἐπιτεύξῃ καὶ γενόμενος ἔνθεος προφητεύσεις σὺν αὐτοῖς, ὡς πάνθʼ ὅντινʼ ὁρῶντα ἐκπλήττεσθαί τε καὶ θαυμάζειν λέγονταπόθεν εἰς τοῦτο εὐδαιμονίας Κεισαίου παῖς παρῆλθεν;” ὅταν δέ σοι ταῦτα γένηται τὰ σημεῖα,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.51 Joseph. AJ 6.55 (English) >>Joseph. AJ 6.59

Powered by PhiloLogic